Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.58.2 Hdt. 5.61.1 (English) >>Hdt. 5.62.2

5.59.1 εἶδον δὲ καὶ αὐτὸς Καδμήια γράμματα ἐν τῷ ἱρῷ τοῦ Ἀπόλλωνος τοῦ Ἰσμηνίου ἐν Θήβῃσι τῇσι Βοιωτῶν, ἐπὶ τρίποσί τισι ἐγκεκολαμμένα, τὰ πολλὰ ὅμοια ἐόντα τοῖσι Ἰωνικοῖσι. μὲν δὴ εἷς τῶν τριπόδων ἐπίγραμμα ἔχει Ἀμφιτρύων μʼ ἀνέθηκʼ ἐνάρων[ERROR: no link note:] ἀπὸ Τηλεβοάων.
ταῦτα ἡλικίην εἴη ἂν κατὰ Λάιον τὸν Λαβδάκου τοῦ Πολυδώρου τοῦ Κάδμου.

ch. 60 5.60.1 ἕτερος δὲ τρίπους ἐν ἑξαμέτρῳ τόνῳ λέγει Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι
νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.
Σκαῖος δʼ ἂν εἴη Ἱπποκόωντος, εἰ δὴ οὗτός γε ἐστὶ ἀναθεὶς καὶ μὴ ἄλλος τὠυτὸ οὔνομα ἔχων τῷ Ἱπποκόωντος, ἡλικίην κατὰ Οἰδίπουν τὸν Λαΐου.

ch. 61 5.61.1 τρίτος δὲ τρίπους λέγει καὶ οὗτος ἐν ἑξαμέτρῳ Λαοδάμας τρίποδʼ αὐτὸς ἐυσκόπῳ Ἀπόλλωνι
μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.
5.61.2 ἐπὶ τούτου δὴ τοῦ Λαοδάμαντος τοῦ Ἐτεοκλέος μουναρχέοντος ἐξανιστέαται Καδμεῖοι ὑπʼ Ἀργείων καὶ τρέπονται ἐς τοὺς Ἐγχελέας. οἱ δὲ Γεφυραῖοι ὑπολειφθέντες ὕστερον ὑπὸ Βοιωτῶν ἀναχωρέουσι ἐς Ἀθήνας· καί σφι ἱρά ἐστι ἐν Ἀθήνῃσι ἱδρυμένα, τῶν οὐδὲν μέτα τοῖσι λοιποῖσι Ἀθηναίοισι, ἄλλα τε κεχωρισμένα τῶν ἄλλων ἱρῶν καὶ δὴ καὶ Ἀχαιίης Δήμητρος ἱρόν τε καὶ ὄργια.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.58.2 Hdt. 5.61.1 (English) >>Hdt. 5.62.2

Powered by PhiloLogic